Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.125 Joseph. AJ 8.130 (English) >>Joseph. AJ 8.133

8.128ἐκβαλὼν ἐπήλυδας ἀλλοτρίας καταστήσειν, τὸν δὲ ναὸν τὸν νῦν οἰκοδομηθέντα καταπρησθησόμενον τοῖς ἐχθροῖς παραδώσειν καὶ διαρπαγησόμενον, κατασκάψειν δὲ καὶ τὴν πόλιν χερσὶ τῶν πολεμίων καὶ ποιήσειν μύθων ἄξια τὰ παρʼ αὐτοῖς κακὰ καὶ πολλῆς διʼ ὑπερβολὴν μεγέθους ἀπιστίας, 8.129ὡς τοὺς προσοίκους ἀκούοντας τὴν συμφορὰν θαυμάζειν καὶ τὴν αἰτίαν πολυπραγμονεῖν διʼ ἣν οὕτως ἐμισήθησαν Ἑβραῖοι τῷ θεῷ πρότερον εἰς δόξαν καὶ πλοῦτον ὑπʼ αὐτοῦ παραχθέντες, καὶ παρὰ τῶν ὑπολειπομένων ἀκούειν ἐξομολογουμένων τὰς ἁμαρτίας αὐτῶν καὶ τὰς τῶν πατρίων νομίμων παραβάσεις. ταῦτα μὲν αὐτῷ τὸν θεὸν εἰπεῖν κατὰ τοὺς ὕπνους ἀναγέγραπται. 8.130

Μετὰ δὲ τὴν τοῦ ναοῦ κατασκευὴν ἐν ἔτεσιν ἑπτὰ καθὼς προειρήκαμεν γενομένην τὴν τῶν βασιλείων οἰκοδομὴν κατεβάλετο, ἣν ἔτεσι τρισὶ καὶ δέκα μόγις ἀπήρτισεν· οὐ γὰρ τὸν αὐτὸν ἐσπουδάζετο τρόπον ὅνπερ καὶ τὸ ἱερόν, ἀλλὰ τὸ μὲν καίπερ ὂν μέγα καὶ θαυμαστῆς ἐργασίας καὶ παραδόξου τετυχηκὸς ἔτι καὶ θεοῦ συνεργοῦντος, εἰς ὃν ἐγίνετο, τοῖς προειρημένοις ἔτεσιν ἔλαβε πέρας· 8.131τὰ δὲ βασίλεια πολὺ τῆς ἀξίας τοῦ ναοῦ καταδεέστερα τυγχάνοντα τῷ μήτε τὴν ὕλην ἐκ τοσούτου χρόνου καὶ τῆς αὐτῆς ἡτοιμάσθαι φιλοτιμίας καὶ βασιλεῦσιν οἰκητήριον ἀλλʼ οὐ θεῷ γίνεσθαι, βράδιον ἠνύσθη.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.125 Joseph. AJ 8.130 (English) >>Joseph. AJ 8.133

Powered by PhiloLogic